ἐπάκουσατε τῆς ἱκεσίας ἡμῶν καὶ εὐμενῶς ἐπίβλεψον ἐφ’ ἡμᾶς.
Ἐνίσχυε τὴν Ἀρχαίαν Ἑλληνικὴν Θρησκείαν, ἵνα πάλιν ἀναφανῇ λαμπρὰ καὶ σεμνή,
ὡς φῶς παιδείας, εὐσεβείας καὶ φιλοσοφίας, φωτίζουσα τὰς ψυχὰς τῶν ἀνθρώπων.
Ἐπανανάγαγε εἰς τὰς καρδίας τῶν Ἑλλήνων τὴν παλαιοτροπίαν τῶν προγόνων,
τὴν φιλοθεΐαν, τὴν σωφροσύνην, τὴν δικαιοσύνην, τὴν ἀνδρείαν,
τὴν φιλοπατρίαν, τὴν φιλοκαλίαν καὶ τὴν φιλοσοφίαν,
ἵνα αἱ ψυχαὶ αὐτῶν ἀνατείνωνται πρὸς τὸ Ἀγαθὸν καὶ τὸ Θεῖον.
Εὐλόγησον πάντας τοὺς ἱεροὺς ναούς,
τοὺς σεβασμίους βωμούς,
τὰ πανάγια ἱερὰ,
καὶ τὰ θεῖα ἀγάλματα τῶν Θεῶν,
ἵνα διαμένωσι τόποι ἱεροπρεπείας, καθάρσεως,
εὐχῆς, θυσιῶν, ἀρετῆς καὶ θείας κοινωνίας.
Δίδου δύναμιν καὶ σοφίαν εἰς πάντας τοὺς λειτουργοὺς,
τοὺς ἱερεῖς, τὰς ἱερείας, τοὺς θεράποντας καὶ τοὺς πιστούς,
ἵνα μετὰ σεβασμοῦ, καθαρᾶς διανοίας καὶ εὐσεβείας
διακονῶσι τὰ ἱερὰ καὶ μεταδίδωσι τὴν παράδοσιν εἰς τὰς μέλλουσας γενεάς.
Σκέπασον πάντας τοὺς Ἕλληνας τῷ θρησκεύματι,
τοὺς ἐπικαλουμένους τοὺς ἀθανάτους Θεούς,
φύλαττε αὐτοὺς ἐν εἰρήνῃ, ὁμονοίᾳ καὶ ἀγάπῃ,
ἐνίσχυε τὸ φρόνημα αὐτῶν,
καὶ διατήρει τὴν πίστιν αὐτῶν ἀκλόνητον
ἐν πάσῃ δοκιμασίᾳ.
Ἀπότρεπε πᾶσαν ἔχθραν,
πᾶσαν συκοφαντίαν,
πᾶσαν βεβήλωσιν,
καὶ πᾶσαν ἀσέβειαν κατὰ τῶν ἱερῶν,
ἵνα τὸ θεῖον γένος τῶν Ἑλληνικῶν παραδόσεων
διαφυλάττηται καθαρὸν καὶ ἀκμαῖον.
Χάρισαι εἰρήνην μεταξὺ πάντων τῶν ἀνθρώπων,
σεβασμὸν πρὸς τὰ ἱερὰ ἑκάστου,
καὶ φρόνησιν ἵνα ἡ διαφορὰ τῶν δογμάτων
μὴ γεννᾷ μῖσος, ἀλλὰ διάλογον καὶ ἀρετήν.
Καὶ τέλος, ὦ μακάριοι Θεοί,
ἀξιώσατε ἡμᾶς νὰ βαδίζωμεν τὴν ὁδὸν τῆς σοφίας,
τῆς δικαιοσύνης, τῆς καθάρσεως καὶ τῆς θεωρίας,
ἵνα διὰ βίου ἐντίμου καὶ εὐσεβοῦς
γινώσκωμεν ἀεὶ μᾶλλον τὸ θεῖον κάλλος
καὶ μετέχωμεν τῆς ἀϊδίου προνοίας ὑμῶν.
Γένοιτο.
πηγή ΤΑΝΥΠΤΕΡΟΣ


