Δημοσίευσηαπό Στύγιος » 01 Αύγ 2019, 13:49
Ἀγαπητοί, μὴ γινώμεθα τῶν ἀλόγων θηριωδέστεροι. Ἐκείνοις πάντα κοινὰ καὶ οὐδὲν τοῦ ἄλλου πλέον ἔχει· σὺ δὲ ἄνθρωπος ὤν, θηρίου γίνῃ χαλεπώτερος, μυρίων πενήτων τροφὰς μιᾷ κατακλείων οἰκίᾳ. Καίτοι γε οὐχ ἡ φύσις ἡμῖν μόνη κοινή, ἀλλὰ καὶ ἕτερα πλείονα· οὐρανὸς κοινὸς καὶ ἥλιος καὶ σελήνη καὶ ἀστέρες καὶ ἀὴρ καὶ θάλασσα καὶ γῆ καὶ ζωὴ καὶ τελευτὴ καὶ γῆρας καὶ νόσος καὶ ὑγεία καὶ χρεία τροφῆς καὶ ἐνδυμάτων. Πῶς οὖν οὐκ ἄτοπον τοὺς ἐν τοσούτοις κοινωνοῦντας ἀλλήλοις ἐν τοῖς χρήμασιν οὕτως εἶναι πλεονέκτας, καὶ τὴν αὐτὴν μὴ διατηρεῖν ἰσονομίαν; Ὁ γὰρ θάνατος τῆς μὲν ἀπολαύσεως ἀπάγει, πρὸς δὲ τὰς εὐθύνας ἄγει. Ἵν’ οὖν μὴ τοῦτο γένηται, πολλῇ χρησώμεθα τῇ ἐλεημοσύνῃ. Αὕτη γάρ ἐστιν ἡ βασίλισσα τῶν ἀρετῶν, ἣ καὶ ἐξαιρήσεται ἡμᾶς τῆς τιμωρίας. Τὰ περιττὰ δὴ ποιήσωμεν χρήσιμα, τὸν πολὺν προέμενοι πλοῦτον, καὶ ἐν τῇ ἡμέρᾳ τῆς κρίσεως, κἂν μυρία ὦμεν πεπλημμεληκότες, ὁ Θεὸς μεταδώσει συγγνώμης ἡμῖν.
Ἰωάννης Χρυσόστομος, Εἰς τὸ ῥητὸν τοῦ Προφήτου Δαυΐδ, PG 55, 517-518
Ὁ καρκῖνος τῆς σαρκὸς ἐπιθυμεῖ τοῦ ὀστρέου· ἀλλὰ δυσάλωτος ἡ ἄγρα αὐτῷ διὰ τὴν περιβολὴν τοῦ ὀστράκου γίνεται. Ἀρραγεῖ γὰρ ἑρκίῳ τὸ ἁπαλὸν τῆς σαρκὸς ἡ φύσις κατησφαλίσατο. Διὸ καὶ ὀστρακόδερμον προσηγόρευται. Καὶ ἐπειδὴ δύο κοιλότητες ἀκριβῶς ἀλλήλαις προσηρμοσμέναι τὸ ὄστρεον περιπτύσσονται, ἀναγκαίως ἄπρακτοί εἰσιν αἱ χηλαὶ τοῦ καρκίνου. Τί οὖν ποιεῖ; Ὅταν ἴδῃ ἐν ἀπηνέμοις χωρίοις μεθ' ἡδονῆς διαθαλπόμενον, καὶ πρὸς τὴν ἀκτῖνα τοῦ ἡλίου τὰς πτυχὰς ἑαυτοῦ διαπλώσαντα, τότε δὴ λάθρᾳ ψηφῖδα παρεμβαλών, διακωλύει τὴν σύμπτυξιν, καὶ εὑρίσκεται τὸ ἐλλεῖπον τῆς δυνάμεως διὰ τῆς ἐπινοίας κάβουραςπεριεχόμενος. [...] Ἐγὼ δέ σε βούλομαι τὸ ποριστικὸν καὶ εὐμήχανον τῶν καρκίνων ζηλοῦντα, τῆς βλάβης τῶν πλησίον ἀπέχεσθαι. Τοιοῦτός ἐστιν ὁ πρὸς τὸν ἀδελφὸν πορευόμενος δόλῳ, καὶ ταῖς τῶν πλησίον ἀκαιρίαις ἐπιτιθέμενος, καὶ ταῖς ἀλλοτρίαις συμφοραῖς ἐντρυφῶν.
Μέγας Βασίλειος, Ὁμιλίαι εἰς τὴν Ἑξαήμερον 7.3
0 .